Aisopos

Aisopos

 

De ossen en de assen

Βόες ἅμαξαν εἷλκον· τοῦ δὲ ἄξονος τρίζοντος, ἐπιστραφέντες ἔφασαν πρὸς αὐτόν· “Ὦ οὗτος, ἡμῶν τὸ ὅλον βάρος φερόντων, σὺ τί κράζεις;”

Οὕτω καὶ ἔνιοι ἑτέρων μοχθούντων αὐτοὶ προσποιοῦνται κάμνειν.

 

De oude man en de dood

Γέρων ποτε ξύλα κόψας καὶ ταῦτα φέρων πολλὴν ὁδὸν ἐβάδιζε. Διὰ δὲ τὸν κόπον τῆς ὁδοῦ ἀποθέμενος τὸ φορτίον τὸν Θάνατον ἐλθεῖν ἐπεκαλεῖτο. Τοῦ δε Θανάτου φανέντος καὶ πυθομένου, δι᾿ ἣν αἰτίαν αὐτὸν παρακαλεῖται, ὁ γέρων ἔφη· ἵνα τὸ φορτίον ἄρῃς.

῾Ο λόγος δηλοῖ, ὅτι πᾶς ἄνθρωπος φιλόζωος ἐν τῷ βίῳ, κἂν δυστυχῇ.

 

De dieven en de haan

Κλέπται εἰς οἰκίαν εἰσελθόντες οὐδὲν ἄλλο ηὗρον εἰ μὴ ἀλεκτρυόνα, καὶ τοῦτον λαβόντες ἀπῆλθον. ῾Ο δ᾿ ἀλεκτρυὼν μέλλων ὑπ᾿ αὐτῶν θύεσθαι ἱκέτευεν, ὅπως αὐτὸν ἀπολύσωσι, λέγων χρήσιμος εἶναι τοῖς ἀνθρώποις νυκτὸς αὐτοὺς ἐπὶ τὰ ἔργα ἐγείρων. Οἱ δὲ κλέπται εἶπον· “᾿Αλλὰ διὰ τοῦτό σε μᾶλλον θύομεν· ἐκείνους γὰρ ἐγείρων κλέπτειν ἡμᾶς κωλύεις.”

 

De visser en het sprotje

῾Αλιεὺς τὸ δίκτυον χαλάσας ἐν τῇ θαλάττῃ ἀνήνεγκε σμαρίδα. Μικρὰ δὲ οὖσα ἱκέτευεν αὐτὸν νῦν μὲν μὴ λαβεῖν αὐτήν, ἀλλ᾿ ἐᾶσαι, διὰ τὸ μικρὰν τυγχάνειν. “᾿Αλλ᾿ ὅταν αὐξυνθῶ καὶ μεγάλη γένωμαι”, φησί, “συλλαβεῖν με δυνήσει, ἐπὶ καὶ εἰς μείζονά σοι ὠφέλειαν ἔσομαι.” Καὶ ὁ ἁλιεὺς εἶπεν· “᾿Αλλ᾿ ἔγωγε ἄνους ἂν εἴην, εἰ τὸ ἐν χερσὶ παριείην κέρδος, κἂν μικρὸν ᾖ, τὸ δὲ προσδοκώμενον, κἂν μέγα ὑπάρχῃ, ἐλπίζοιμι.”

῾Ο μῦθος δηλοῖ, ὅτι ἀλόγιστος ἂν εἴη ὁ δι᾿ ἐλπίδα μείζονος τὰ ἐν χερσὶν ἀφεὶς μικρὰ ὄντα.

 

De sterrenkundige

᾿Αστρολόγος ἐξιὼν ἑκάστοτε ἑσπέρας ἔθος εἶχε τοὺς ἀστέρας ἐπισκοπῆσαι. Καὶ δή ποτε περιιὼν εἰς τὸ προάστειον καὶ τὸν νοῦν ὅλον ἔχων ἐν τῷ οὐρανῷ, ἔλαθε καταπεσὼν εἰς φρέαρ. ᾿Οδυρομένου δὲ αὐτοῦ καὶ βοῶντος παριών τις ἤκουσε τῶν στεναγμῶν· προσῆλθε καὶ μαθὼν τὰ συμβεβηκότα ἔφη πρὸς αὐτόν· “῏Ω οὗτος, σὺ τὰ ἐν οὐρανῷ βλέπειν πειρώμενος τὰ ἐπὶ τῆς γῆς οὐχ ὁρᾷς.”

Τῷ λόγῳ τούτῳ χρήσαιτο ἄν τις πρὸς ἐκείνους τῶν ἀνθρώπων, οἳ παραδόξως ἀλαζονεύοντες οὐδὲ τὰ κοινὰ τοῖς ἀνθρώποις ἐπιτελεῖν δύνανται.

 

De raaf en Hermes

Κόραξ ὑπὸ παγίδος κρατηθεὶς ηὔξατο τῷ ᾿Απόλλωνι λιβανωτὸν ἐπιθύσειν. Σωθεὶς δὲ τοῦ κινδύνου τῆς ὑποσχέσεως ἐπελάθετο. Πάλιν δὲ ὑφ᾿ ἑτέρας κρατηθεὶς παγίδος, ἀφεὶς τὸν ᾿Απόλλωνα, τῷ ῾Ερμῇ ὑπέσχετο θῦσαι. ῾Ο δὲ πρὸς αὐτὸν ἔφη· “῏Ω κάκιστε, πῶς σοι πιστεύσω, ὃς τὸν πρότερόν σου δεσπότην ἠρνήσω καὶ ἠδίκησας; ”

῞Οτι οἱ πρὸς τοὺς εὐεργέτας ἀγνώμονες γενόμενοι ἐν περιστάσει ἐμπεσόντες οὐχ ἕξουσι βοηθούς.

 

De jongen die verdronk

Παῖς ποτε λουόμενος ἔν τινι ποταμῷ ἐκινδύνευσεν ἀποπνιγῆναι. ᾿Ιδὼν δέ τινα ὁδοιπόρον, τοῦτον ἐπὶ βοήθειαν ἐκάλει. ῾Ο δὲ ἐμέμφετο τῷ παιδὶ ὡς τολμηρῷ. Τὸ δὲ μειράκιον εἶπε πρὸς αὐτὸν· “᾿Αλλὰ νῦν μοι βοήθει, ὕστερον δὲ σωθέντι μέμψαι.”

῾Ο μῦθος δηλοῖ τοῦτο· “Μὴ μέμφου, ἀλλ᾿ ἐλέησον.”

 

Het paard en de ezel

῎Ανθρωπός τις εἶχεν ἵππον καὶ ὄνον. ῾Οδευόντων δὲ τούτων, ἐν τῇ ὁδῷ εἶπεν ὁ ὄνος τῷ ἵππῳ· “῏Αρον ἐκ τοῦ ἐμοῦ βάρους, εἰ θέλεις εἶναι με σῶν.” ῾Ο δὲ οὐκ ἐπείσθη· ὁ δὲ ὄνος πεσὼν ἐκ τοῦ κόπου ἐτελεύτησε. Τοῦ δὲ δεσπότου πάντα ἐπιθέντος αὐτῷ καὶ αὐτὴν τὴν τοῦ ὄνου δορὰν θρηνῶν ὁ ἵππος ἐβόα· “Οἴμοι τῷ παναθλίῳ, τί μοι συνέβη τῷ ταλαιπώρῳ; μὴ θελήσας γὰρ μικρὸν βάρος λαβεῖν, ἴδου πάντα βαστάζω, καὶ τὸ δέρμα.”

῾Ο μῦθος δηλοῖ ὅτι τοῖς μικροῖς οἱ μεγάλοι συγκοινωνοῦντες οἱ ἀμφότεροι σωθήσονται ἐν βίῳ.

 

De vos en de raaf

Κόραξ κρέας ἁρπάσας ἐπί τινος δένδρου ἐκάθισεν. ᾿Αλώπηξ δὲ θεασάμενη αὐτὸν καὶ βουλομένη τοῦ κρέως περιγενέσθαι, στᾶσα ἐπῄνει αὐτὸν ὡς εὐμεγέθη τε καὶ καλόν, λέγουσα καὶ ὡς πρέπει αὐτῷ μάλιστα τῶν ὀρνέων βασιλεύειν, καὶ τοῦτο πάντως ἂν ἐγένετο, εἰ φωνὴν εἶχεν. ῾Ο δὲ παραστῆσαι αὐτῇ θέλων ὅτι καὶ φωνὴν ἔχει, ἀποβαλὼν τὸ κρέας μεγάλα ἐκεκράγει. ᾿Εκείνη δὲ προσδραμοῦσα καὶ τὸ κρέας ἁρπάσασα ἔφη· “῏Ω κόραξ, καῖ φρένας εἰ εἶχες, οὐδὲν ἂν ἐδέησας εἰς τὸ πάντων σε βασιλεῦσαι.”

Πρὸς ἄνδρα ἀνόητον ὁ λόγος εὔκαιρος.

 

 

De wolf en de herders

Λύκος ἰδὼν ποιμένας ἐσθίοντας ἐν σκηνῇ πρόβατον, ἐγγὺς προσελθὼν “῾Ηλίκος”, ἔφη, “ἂν ἦν ὑμῖν θόρυβος, εἰ ἐγὼ τοῦτο ἐποίουν.”

 

De leeuw en het everzwijn

Θέρους ἐν ὥρᾳ, ὅτε τὸ καῦμα δίψαν ἐμποιεῖ, εἰς μικρὰν πηγὴν λέων καὶ κάπρος ἦλθον πινεῖν. ῎Ηριζον δέ, τίς πρῶτος αὐτῶν πίῃ· ἐκ τούτου δὲ πρὸς φόνον ἀλλήλων διηγέρθησαν. ῎Αφνω δὲ ἐπιστραφέντες πρὸς τὸ ἀναπνεῦσαι, εἶδον γῦπας ἐκδεχομένους, ὃς ἂν αὐτῶν πέσῃ, τοῦτον καταφαγεῖν. Διὰ τοῦτο λύσαντες τὴν ἔχθραν εἶπον· “Κρεῖσσον ἐστι ἡμᾶς φίλους γενέσθαι, ἢ βρῶμα γυψὶ καὶ κόραξιν.”

῞Οτι τὰς πονηρὰς ἔριδας καὶ τὰς φιλονεικίας καλόν ἐστι διαλύειν, ἐπειδὴ πᾶσιν ἐπικίνδυνον τέλος ἄγουσιν.

 

De vader en zijn dochters

῎Εχων τις δύο θυγατέρας, τὴν μὲν κηπωρῷ ἐξέδωκε πρὸς γάμον, τὴν δὲ ἑτέραν κεραμεῖ. Χρόνου δὲ προελθόντος ἧκε πρὸς τὴν τοῦ κηπωροῦ καὶ ταύτην ἠρώτα, πῶς ἔχοι καὶ ἐν τίνι αὐτοῖς εἴη τὰ πράγματα.

Τῆς δὲ εἰπούσης πάντα μὲν αὐτοῖς παρεῖναι, ἓν δὲ τοῦτο εὔχεσθαι τοῖς θεοῖς, ὅπως χειμὼν γένηται καὶ ὄμβρος, ἵνα τὰ λάχανα ἀρδευθῇ, μετ᾿ οὐ πολὺ παρεγένετο καί πρὸς τὴν τοῦ κεραμέως καὶ ὡσαύτως ἐπυνθάνετο, πῶς ἔχοι.

Τῆς δὲ τὰ μὲν ἄλλα μὴ ἐνδεῖσθαι εἰπούσης, τοῦτο δὲ μόνον εὔχεσθαι, ὅπως αἰθρία τε λαμπρὰ ἐπιμείνῃ καὶ λαμπρὸς ἥλιος, ἵνα ξηρανθῇ ὁ κέραμος, εἶπε πρὸς αὐτήν· “᾿Εὰν σὺ μὲν εὐδίαν ἐπιζητῇς, ἡ δὲ ἀδελφή σου χειμῶνα, ποτέρᾳ ὑμῶν συνεύξωμαι;”

Οὕτως οἱ ἐν ταὐτῷ τοῖς ἀνομοίοις πράγμασιν ἐπιχειροῦντες εἰκότως περὶ τὰ ἑκάτερα πταίουσιν.

 

Griekse uitspraak van de dag